Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.209 Dem. 19.212 (English) >>Dem. 19.215

19.211 τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγος ἀλλʼ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν ἔμʼ εἰς τὸ δικαστήριον ὡς δεδωκότʼ εὐθύνας καὶ οὐκ ὄνθʼ ὑπεύθυνον· καὶ τὸ πρᾶγμʼ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτʼ ἐβούλετʼ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν πάντα τἀδικήματʼ ἐνῆν· 19.212ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτʼ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ἄνδρες Ἀθηναῖοι, ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ, καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν.

19.213ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλʼ οὐκ ἂν εἰκότως ἀκούοιτʼ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί. τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία; τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων τι ἀπολογήσεται;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.209 Dem. 19.212 (English) >>Dem. 19.215

Powered by PhiloLogic